Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.815
Not analysed yet
σῶν αὐτῶν τῆς προειρημένης τὰς καρηβαρίας τε καὶ <τὰς> κατὰ τὸ βρέγμα μάλιστα γινομένας ὀδύνας [ἑπομένας] ἐχουσῶν, ἔνιοι δ' ἐπὶ τὰς τῆς κεφαλῆς διαθέσεις ἀναφέροντες τὸν λόγον, ὡς εἰ καὶ οὕτως ἔγραψεν· "ὅσαις ἀπὸ φθορῆς καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται, κατὰ τὸ βρέγμα εἰσὶν ὀδύναι, καὶ ἄλλαι δὲ τῆς κεφαλῆς διαθέσεις αἱ ἀπὸ ὑστερῶν γινόμεναι κατὰ τὸ βρέγμα μάλιστα διασημαίνουσιν." ἄλλας <δ' οὖν> διαθέσεις ἀκούσωμεν τὰς ἀναλόγους τῇ καρηβαρίᾳ, καλοῦσι δὲ τὰς μέν τινας αὐτῶν κεφαλαίας, τὰς δὲ ἡμικρανίας, τὰς δὲ κεφαλαλγίας ἁπλῶς. Οἱ φοξοὶ οἱ μὲν κρατεραύχενες ἰσχυροὶ καὶ τἄλλα καὶ τοῖσιν ὀστέοισιν, οἳ δὲ κεφαλαλγέες καὶ ὠτόρρυτοι, τουτέοισιν ὑπερῷαι κοῖλαι καὶ ὀδόντες παρηλλαγμένοι. |