Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.816
Not analysed yet
Κἀνταῦθα πάλιν οὐδὲν διαφέρει, πότερον κρατεραύχενες ἐν πέντε συλλαβαῖς ἢ κραταύχενες ἐν τέτταρσί τις γράψει. τοὺς γὰρ κρατεροὺς ἔχοντας τοὺς αὐχένας, ὅπερ ἐστὶν ἰσχυρούς, ἑκατέρα τῶν φωνῶν σημαίνει. τὸ μέντοι μακραύχενες, ὅπερ ἔνιοι γράφουσι τὴν παλαιὰν ὑπαλλάττοντες γραφήν, οὐ ταὐτὸν δηλοῖ. κρατερὸς μὲν γὰρ αὐχὴν ὁ ἰσχυρὸς ὀνομάζεται, διὰ σκληρότητα καὶ μέγεθος ὀστῶν τοιοῦτος γινόμενος τοὐπίπαν. οὕτως δ' ἔχουσι καὶ οἱ περικείμενοι τοῖς ὀστοῖς μύες τε καὶ τένοντες καὶ σύνδεσμοι. μακροὶ δ' αὐχένες οὐχ ὅπως ἐν ἀρετῆς μέρει γίνονται, ἀλλὰ καὶ μοχθηροὶ τοὐπίπαν εἰσί, παραπλησίως τῷ στενῷ καὶ μακρῷ θώρακι. καὶ γὰρ καὶ τοῦτον εὐρὺν εἶναι προσῆκον, οὐ πλατὺν μόνον ἢ μακρόν. εὐρὺς δ' ἐν τῇ κατὰ βάθος τε καὶ πλάτος διαστάσει καὶ θώραξ καὶ αὐχὴν καὶ πᾶν ὁτιοῦν ἄλλο γίνεται μόριον, ὅταν ἀνὰ λόγον ἀλλήλοις αὐξηθῇ ταῦτα. πάντως δ' ἐπ' αὐτῶν ἐστι καὶ τὸ μῆκος ἤτοι μεῖζον ἢ ἴσον γε τοῖς συμμέτρως ἔχουσιν. ὁ μὲν οὖν θώραξ τῶν ἐντυγχανόντων ἡμῖν ἀνθρώπων οὐ φαίνεται, πρὶν γυ|