Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.822
Not analysed yet
αὐτοῦ, ὅσον ὑπὲρ τὰς ἐκ τῆς |ῥινὸς εἰς αὐτὸ συντρήσεις ἐστὶ μετέωρον. εὑρήσεις γὰρ [οὖν] καὶ τοῦτο κοῖλον, ἐφ' ὧν ἡ φοξότης ὀξεῖά τε καὶ ἀσχήμων ἐγένετο. καὶ γὰρ οὖν καὶ καλοῦσιν οἱ ἄνθρωποι τούτους μάλιστα φοξούς. ἐπὶ πολλῶν δὲ καὶ οἱ ὀδόντες παρηλλαγμένοι φαίνονται, τουτέστιν οὐ κατ' εὐθὺ τοῖς ἄνωθεν οἱ κάτωθεν οὔθ' οἱ τομεῖς τοῖς τομεῦσιν οὔθ' οἱ κυνόδοντες τοῖς κυνόδουσιν οὔθ' αἱ μύλαι ταῖς μύλαις, ἀλλ' οἷον ἀνεσπασμένον τε ἅμα καὶ διεστραμμένον αὐτοῖς φαίνεται τὸ στόμα. τούτους οὖν εὑρήσεις κεφαλήν τε συνεχῶς ἀλγοῦντας καὶ ῥευματιζομένους τὰ ὦτα ποτὲ μὲν ἰχῶρι λεπτῷ καὶ ὑγρῷ, ποτὲ δὲ οἷον πυώδει τε καὶ δυσώδει, τῶν ἀσθενῶν μορίων εἰωθότων καὶ πολὺ καὶ μοχθηρὸν περίττωμα γεννᾶν. ὁπότ' οὖν σαφὴς ἐγένετο ἡ ῥῆσις, μικρόν τι προσθεὶς ἐπ' ἄλλην μεταβήσομαι. τὸ δὲ μικρὸν τοῦτ' ἐστὶν ἀνάμνησις ἑνὸς τῶν εἰρημένων μοι κατὰ τὴν ἀρχὴν τοῦδε τοῦ λόγου. φαίνεται γὰρ ἤδη σαφῶς ὑπομνήματι μᾶλλον ἢ συγγράμματι τὸ προκείμενον ἐοικέναι βιβλίον, |