Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.823
Not analysed yet
ἑαυτῷ τινα γράφοντος εἰς ἀνάμνησιν τοῦ Ἱπποκράτους, ὡς ἕκαστον ἔτυχεν ἤτοι θεασάμενος ἢ διὰ λογικῆς σκέψεως ἐξευρών. οὐδὲν γὰρ οὐδ' ἐγγὺς ὅμοιόν ἐστι τῇ πρώτῃ ῥήσει πρὸς τὴν δευτέραν, καθάπερ οὐδὲ τῇ τρίτῃ πάλιν πρὸς ταύτας. Ὅσοισιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθε, τούτοισι μέση ἵζει ἡ ῥίς. ὅσοισι δέ, ὅθεν οἱ ὀδόντες, ἄκρη σιμοῦται. Τὸ διαφράττον ὀστοῦν τοὺς δύο πόρους τῆς ῥινὸς ἐστήρικται κατ' ἄλλου τινὸς ὀστοῦ λεπτοῦ τὴν μὲν ἀρχὴν ἔχοντος ἄνωθεν ἐκ τοῦ μεσοφρύου, τελευτῶντος δ' ἐπὶ τὸ πέρας τῆς ῥινός, ἔνθα τὰ πτερύγια. κατὰ τοῦτο μὲν οὖν τὸ μέρος ἐπίκειται τὸ διάφραγμα τῆς ῥινὸς ἐκείνοις τοῖς χωρίοις, εἰς ἃ τὰ πέρατα τῶν τομέων ὀδόντων ἀνήκει.