Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.824
Not analysed yet
τὸ |δ' ἀνωτέρω τούτων ὑπερῴα μὲν ὀνομάζεται, στηρίζεται δ' ἐπ' αὐτῆς τὸ μέσον τοῦ διαφράγματος τῆς ῥινός. ἔνθα ἂν οὖν ἀπόληταί τι τῶν στηριζόντων ὀστῶν, καταπῖπτον ἐνταῦθα τὸ διάφραγμα κοίλην ἐργάζεται κατ' ἐκεῖνο τὸ μέρος τὴν ῥῖνα, καὶ καλεῖται ταύτης τὸ σύμπτωμα σιμότης. Αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἔστιν οἷσι μεταβολὰς ἴσχουσι καὶ ἄλλας καὶ ἐς νεφρὸν ὀδύνη βαρεῖα, ὅταν πληρῶνται σίτου. Ταύτην τὴν γραφὴν ἁπάντων μὲν τῶν ἐξηγητῶν εἰδότων, ἁπάντων δὲ τῶν παλαιῶν ἀντιγράφων ἐχόντων, ἔνιοι τῶν νεωτέρων μεταγράφειν ἐπεχείρησαν ἄλλος ἄλλως, οἱ μὲν "ἐπιλήψιες" γράφοντες, οἱ δὲ "καταλήψιες"[, οἱ δὲ ἐπιλάμψιες]. ἡ δ' ἐξήγησις αὐτῶν ἐπιληψίαν αὐτῷ βούλεται δηλοῦσθαι, παυομένην ὡς τὰ πολλὰ τοῖς ἐκ νηπίων