Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.825
Not analysed yet
ἔχουσιν |αὐτὴν ἐν τῇ τῆς παιδικῆς ἡλικίας εἰς τὴν ἡβικὴν μεταβολῇ. καὶ γὰρ φαίνεται γινόμενον οὕτως, ἐὰν μή τις ἐν τῷ χρόνῳ τούτῳ πλημμελῶς διαιτώμενος αἴτιος αὑτῷ γένηται τοῦ διαμεῖναι τὸ νόσημα. γίνεται μὲν οὖν ὡς τὸ πολὺ διὰ ψυχρὰν ἐγκεφάλου κρᾶσιν, συνεζευγμένης ὑγρότητος αὐτῇ τὰ πολλά (σπάνιοι γὰρ <ἐπιληψίαι> αἱ ἐκ μορίου τινὸς ὁρμώμεναι), θεραπεύεται δ', ὅταν ἡβάσκωσιν, ἐὰν καὶ τἄλλα τις ὡς προσήκει πράττῃ, διὰ τὴν ἐπὶ τὸ ξηρότερόν τε καὶ θερμότερον μεταβολὴν τῆς κράσεως ὅλου τοῦ σώματος. ὅπως γὰρ ὁ ἀκμάζων θερμότερός ἐστι τοῦ παιδός, ἔμαθες ἐν τοῖς Περὶ κράσεων, ἔνθα καὶ ὅπως ὁ παῖς τοῦ ἀκμάζοντός ἐστι θερμότερος· ὁ μὲν ἀκμάζων ἁπλῶς θερμότερος, ὁ δὲ παῖς οὐχ ἁπλῶς, ἀλλ' ὅτι πλέον ἔχει τὸ ἔμφυτον θερμόν. ἐκλάμψεις οὖν τοῦ θερμοῦ βούλονται λέγειν αὐτὸν οἱ καλέσαντες ἑαυτοὺς Ἱπποκρατείους ἐκ μεταφορᾶς ἀπὸ τῆς ἐκτὸς φλογός, ἥτις, ὅταν ἐπικρατήσῃ τῆς ὕλης, ὥστε <αὐτὴν> ἑαυτῇ συνεξομοιῶσαι πᾶσαν, ἐξέλαμψέ τε καὶ φανερὰ πᾶσιν ἐγέ|