Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.826
Not analysed yet
νετο, κατακεκρυμμένη πρόσθεν, ἡνίκα τὴν ὕλην ὑγρὰν οὖσαν ἐξήραινεν. ὁ δέ γε Ζεῦξις, ὡσαύτως δ' αὐτῷ καὶ τῶν Ἐμπειρικῶν τινες, οὐχ οὕτως ἀκούουσι τὴν ἔκλαμψιν, ἀλλ' ἑτέρῳ τινὶ τρόπῳ· μαθήσῃ δὲ τῆς τοῦ Ζεύξιδος ῥήσεως παραγραφείσης ὧδε· "νήπια λέγει ὁ Ἱπποκράτης τὰ μέχρι ἥβης, ταῦτα δὲ κατὰ τὸν τοῦ ἡβάσκειν χρόνον ἐκλάμπειν, ἐμφατικῶς ἄγαν τῇ μεταφορᾷ χρησάμενος· καὶ γὰρ σαρκοῦται τὰ τηνικαῦτα μᾶλλον καὶ εὐερνέστερα γίνεται καὶ τῷ χρώματι καὶ τῷ εἴδει χαριέστερα καὶ τῇ δυνάμει καὶ <τῷ> λογισμῷ βελτίονα. ἁθρόως δὲ γίνεται τοιαῦτα, ὥστε καὶ τῶν εὐειδῶν φύσει τότε μᾶλλον ἐκλάμπει τὸ κάλλος." ὁ δ' αὐτὸς οὗτος Ζεῦξις "νήπια, φησίν, εἴρηται πάντα τὰ παιδία, καθότι καὶ Ἡρόφιλος ὠνόμασεν αὐτὰ οὕτως. καὶ γὰρ περὶ τούτου γράφει τόνδε τὸν τρόπον διὰ ταύτης τῆς λέξεως· ‘φαίνεται νήπια λέγων ὁ Ἱπποκράτης τὰ ἕως ἥβης καὶ οὐχὶ τὰ νεογνὰ μέχρι τῶν πέντε ἢ ἓξ ἐτῶν, ὡς νῦν οἱ πλεῖστοι λέγουσιν’. ἤρκει δὲ καὶ ὁ Ἡρόφιλος τὰ τηλικαῦτα λέγων νήπια, δι' ὧν φησι·