Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.827
Not analysed yet
’τοῖς νηπίοις οὐ γίνεται σπέρ|μα, [με]γάλα, καταμήνια, κύημα, φαλακρότης.’ οὐ γὰρ τοῖς μέχρι τῆς προειρημένης ἡλικίας παραγινομένοις λέγει μὴ γίνεσθαι ταῦτα, τουτέστιν ἀπὸ τῆς πρώτης εὐθέως γενέσεως, ὅπερ τινὲς δεχόμενοι καταγελῶσιν αὐτοῦ, ὡς τὰ πᾶσι γινωσκόμενα διδάσκοντος, ὧν ἐστι καὶ ὁ Καλλίμαχος, ἀλλὰ τοῖς μέχρις ἥβης, ἐπειδή τινες ὑπέλαβον καὶ ἐν τούτοις ταῦτα γίνεσθαι." ταῦτα μέν σοι καὶ τὰ τοῦ Ζεύξιδος· ἐμοὶ δ' ὅπως εἰρῆσθαι δοκεῖ τὰ νήπια, καὶ πρόσθεν μὲν εἶπον, ἀναλήψομαι δὲ καὶ νῦν ἔτι σαφέστερον τὸν λόγον. τὸ τῆς ἐπιληψίας πάθος ἤτοι κατὰ φυσικὴν γίνεται δυσκρασίαν, ὅταν ὑγρὸς ὁ ἐγκέφαλος ἱκανῶς ᾖ, καὶ τηνικαῦτά γε καὶ παίδειον ὀνομάζεται τὸ νόσημα, καθάπερ αὐτὸς ἐδήλωσεν ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ὧδέ πως γράψας· "τοῖς παιδίοις συμπίπτειν σπασμούς τε καὶ ἄσθματα, ἃ νομίζουσι τὸ παίδειον ποιέειν καὶ <ἱερὴν> νοῦσον εἶναι." κατὰ ταύτην τὴν ῥῆσιν εὔδηλον ὅτι προσυπακοῦσαι δεῖ τῷ "παίδειον" <τὸ> "πάθος", ὡς [εἶναι τὴν λέξιν ταύτην· ἃ νομίζουσι τὸ παίδειον πάθος ποιέειν] καὶ ἱερὴν νοῦσον εἶναι. γίνεται δὲ καὶ δι<ὰ διαίτης> ἁμαρ|