Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.828
Not analysed yet
τήματα τοῖς παιδίοις ταὐτὸ τοῦτο πάθος, ἰατρικῆς θεραπείας δεόμενον. ὅταν δὲ δι' ὑγρότητα γίνηται, νηπίοις οὖσιν εὐθὺς ἄρχεται καὶ παύεται, μηδὲν ἡμῶν πραγματευομένων, ἐν τῇ τῆς ἡλικίας μεταβολῇ, ὥσθ', οἷς ἂν ἄρξηται παιδίοις μὴ κατὰ τὴν πρώτην εὐθὺς ἡλικίαν ἔτι βρέφεσιν οὖσιν, ἀλλ' ἐν τῷ προϊέναι, δῆλόν ἐστιν ἐξ ἁμαρτημάτων τούτοις τῶν κατὰ τὴν δίαιταν ἤ τινος ἔξωθεν αἰτίας ἑτέρας ἐσχηκὸς τὴν γένεσιν, ἐφ' ὧν οὐ χρὴ τὴν μεταβολὴν τῆς ἡλικίας ἀναμένειν, ἀλλὰ τὴν γεγονυῖαν διάθεσιν ἐν αὐτοῖς νοσώδη θεραπεύειν. ἐκεῖνό γε μὴν ἄξιον οὐ μικρᾶς ζητήσεώς ἐστιν, ἐὰν κατὰ τὴν παλαιὰν γραφὴν ἐκλάμψιας ἀκούσωμεν, ὡς οἱ Ἱπποκράτειοι καὶ ὁ Ζεῦξις ἤκουσαν. ὁ γὰρ λόγος ἐστὶ τοιοῦτος· "αἱ τῶν νηπίων, ὅταν ἡβάσκωσιν, ἐκλάμψεις τοῦ θερμοῦ καὶ ἄλλας μέν τινας ἐν αὐτοῖς ἴσχουσι μεταβολὰς καὶ μέντοι καὶ τὴν τῶν νεφρῶν πεῖσιν," ἣν αὐτὸς ἐφεξῆς διηγεῖται. παραλειφθήσεται γὰρ ἐν τῷ τοιούτῳ λόγῳ τὸ τῆς ἐπιληψίας ὄνομα καὶ κατὰ τοῦτο |