Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.834
Not analysed yet
διαφθειρομένου τοῦ αἵματος, καὶ μάλισθ' ὅταν ἅμα τούτοις |πυρέξωσι καὶ ἀσιτήσωσιν. καὶ ῥᾴους μέν, φησίν, ἐπὶ τοῖς ἐμέτοις γίνονται, παύονται δὲ τῶν παροξυσμῶν, οὐ μέντοι τῆς γε διαθέσεως, ὅταν σίτων κενωθῶσιν. ἑκατέρως δὲ καὶ νῦν ἔνεστι δέξασθαι τὸ τῶν σίτων ὄνομα καὶ μᾶλλον ἐπὶ τῶν κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα. ψαμμία δὲ πυρρά, φησίν, ὑφίσταται δηλονότι τοῖς οὔροις. καὶ γὰρ καὶ φαίνεται τοῦτο γινόμενον, ἐὰν τὸ πυρρὸν ἀκούσῃς τοιοῦτον εἶναι τὴν χρόαν, ὁποία καὶ ἡ σανδαράχη καλουμένη· διὸ καί τινες μὲν τῶν ὁμιλησάντων ἐπιμελῶς τοῖς ἔργοις τῆς τέχνης ὀροβοειδεῖς ὑποστάσεις γίνεσθαί φασιν αὐτοῖς, ἔνιοι δὲ σανδαραχώδεις, ἔστι δ' ὅτε καὶ ὄντως πυρράς. αἱ μὲν οὖν πρότεραι δύο καὶ τοῖς ἡπατικοῖς συνεδρεύουσι πάθεσιν, ἡ τρίτη δὲ τοῖς κατὰ τοὺς νεφρούς, ὥσπερ κἀπειδὰν οἵαιπερ αἱ ψάμμοι κατὰ τὴν χρόαν ὑποστάσεις γίνωνται. ἀλλήλων μὲν γὰρ διαφέρει τὰ χρώματα τῶν ὑφισταμένων τοῖς οὔροις τῷ μᾶλλον καὶ ἧττον. γίνονται δ' ἐξ ὕλης παχείας μὲν καὶ γλίσχρας