Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.835
Not analysed yet
πάντως, ἤτοι δὲ τὸ παχὺ πλέον ἢ τὸ |γλίσχρον ἐχούσης <ἢ καὶ ἑκάτερον αὐτῶν> ἰσάζον πάντως ἀλλήλοις. ἐὰν μὲν οὖν ἐκ φλέγματος γλίσχρου μόνου καὶ παχέος ἡ σύστασις γένηται, τεφρώδης ἐστὶ χρόα, παραπλησία τῇ τοῖς ἄλλοις ὑπαρχούσῃ πώροις, ὅσοι κατά τε τὰ θερμὰ φύσει τῶν ὑδάτων ἐν πολλοῖς χωρίοις ὁρῶνται τοῖς λίθοις ἐπιτρεφόμενοι καὶ ἄλλως ἐν ἀγγείοις, ἔνθα θερμαίνεται τὸ ὕδωρ. γένοιτο δ' ἄν ποτε κἀκ τῆς πυώδους ὑγρότητος ἢ μικτῆς ἐκ πυώδους καὶ φλεγματώδους ἐν σώματι ζῴου τοιοῦτος πῶρος, ὥσπερ καὶ τοῖς ἀρθριτικοῖς. ὁ γὰρ αὐτὸς τρόπος τῆς γενέσεως πάντως ἐστὶ τούτοις καὶ τοῖς ἐν νεφροῖς συνισταμένοις λίθοις. ἐὰν μέντοι μιχθῇ τισιν ὀλίγον αἵματος φλέγματι παχεῖ τε καὶ γλίσχρῳ, κατὰ τὴν ἐπικράτειαν ἡ χρόα γίνεται τῶν ὑφισταμένων τοῖς οὔροις ἐνίοτε μὲν οἷον ὠχρόλευκος ἢ ἐρυθρόλευκος ἢ ξανθόλευκος, ἔστι δ' ὅτε καὶ πυρρά, συντελοῦντος εἰς τὰς τῶν χρωμάτων διαφορὰς καὶ αὐτοῦ τοῦ κατὰ τὸ αἷμα χρώματος. οὐ γὰρ ἀκριβῶς ἐρυθρόν ἐστιν ἀεὶ τοῖς ἀνθρώποις, ἀλλ' ἐνίοτε μὲν ἐπὶ τὸ μελάντερον, ἐνίοτε δ' ἐπὶ τὸ ξανθότερόν τε καὶ πυρρότερον ῥέπον. |