Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.836
Not analysed yet
ἢ τοίνυν ἁπάσας ἃς εἶπον ἄρτι διαφορὰς τῶν χρωμάτων πλὴν τῆς τεφρώδους ἡγητέον ὑπὸ τῆς [τοῦ] πυρρὰ δηλοῦσθαι φωνῆς, εἰπόντος αὐτοῦ ψαμμία πυρρὰ ὑφίστασθαι, ἢ τὸ προσκείμενον τὸ αἱματῶδες ἀπὸ κοινοῦ δεκτέον εἰρῆσθαι. λέγω δὴ τό ποτε. ὥσπερ γὰρ αἱματῶδες αὐτοῖς φαίνεταί ποτε γινόμενον τὸ οὖρον, οὔτε διὰ παντὸς οὔτ' ἐπὶ πάντων τῶν νεφριτικῶν ὑπάρχον τοιοῦτον, παραπλησίως καὶ ψαμμία ποτὲ φαίνεται πυρρὰ τοῖς οὔροις ὑφιστάμενα. δέδεικται μὲν γὰρ ἐν τοῖς Τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἕλκων εἰς ἑαυτὸν ὁ νεφρὸς, ὅσον ἐν ταῖς φλεψὶν ὀρρῶδές τε καὶ λεπτὸν ἀναμέμικται τῷ αἵματι. τῶν δὲ εἰς τὴν κοιλίαν αὐτοῦ διηθούντων τὸ τοιοῦτον πόρων ἐπὶ πλέον ἀναστομωθέντων, συνδιηθεῖταί τι καὶ τῶν παχυτέρων. ὅταν οὖν τοῦτο θερμαινόμενον ἐν τῇ κοιλίᾳ τοῦ νεφροῦ πωροειδῆ λάβῃ σύστασιν, ἐὰν μὲν ἡ τῶν νεφρῶν ἀποκριτικὴ δύναμις διώσηται πᾶν αὐτὸ σὺν τοῖς οὔροις, αἱ ψαμμώδεις ἐν αὐτοῖς ὑποστάσεις γίνονται. ἐὰν δὲ ἐμπεπλασμένον τε καὶ δυσαπόλυτον ᾖ τῇ κοιλίᾳ τοῦ νεφροῦ, δε|