Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.842
Not analysed yet
διττὸν γάρ ἐστι καὶ αὐτὸ τοῦτο τὸ ἐπὶ πολύ, δυνάμενον ἀκούεσθαι τὸ μὲν ἕτερον ἐπὶ τῶν ἡμερῶν, ἐν αἷς αἱ τοιαῦται γυναῖκες καθαίρονται, τὸ δὲ ἕτερον ἐπὶ τῆς ἡλικίας αὐτῶν. ἐπὶ μὲν οὖν τῶν ἡμερῶν ἀκουόμενον δηλώσει πλείοσιν ἐφεξῆς ἡμέραις καθαίρεσθαι ταύτας τῶν ἄλλων γυναικῶν, ἐπὶ δὲ τῆς ἡλικίας ἄχρι πλειόνων ἐτῶν. ὄντως γὰρ ἀθροίζεται ταύταις πολὺ καὶ λεπτὸν αἷμα, καθάπερ ταῖς ἐναντίως διακειμέναις ὀλίγον τε καὶ παχύ. λευκαὶ μὲν οὖν εἰσιν αἱ πρότεραι καὶ μαλακαί, μέλαιναι δὲ καὶ σκληραὶ καὶ λεπταὶ τοὐπίπαν αἱ τὸ μελαγχολικώτερον αἷμα γεννῶσαι, καὶ πρόδηλον ὅτι ταῖς ἐξ ἀρχῆς κράσεσιν ἐναντίως ἔχουσιν. αἱ μὲν γὰρ ὑδαταίνουσαι νῦν ὑπ' αὐτοῦ λεγόμεναι τῆς ὑγροτέρας τε καὶ ψυχροτέρας, αἱ δ' ἐναντίαι τῆς ξηροτέρας τ' εἰσὶ καὶ θερμοτέρας κράσεως. ἐὰν δὲ κατὰ πάθος ὑδαταίνωσιν, οὐ πάσαις καταμήνια πλείοσιν ἡμέραις φαίνεται. ἐνίοτε γὰρ αὐτὸ τὸ ἐπέχεσθαι τοῦ πάθους αὐταῖς αἴτιον γίνεται. πάλιν δὲ τὸ ἐπέχεθαι δι' ἔμφραξίν τε τῶν κατὰ τὴν μήτραν στομάτων γίνεται καὶ διὰ πά|