Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.848
Not analysed yet
συμβαίνει δὲ τὰ τοιαῦτα |ῥίγη διὰ ψυχρὸν πάνυ φλέγμα τὸ ὑαλῶδες ὀνομαζόμενον ἢ τὸν μελαγχολικὸν χυμόν. ἀλλ' ἐπὶ μὲν τῷ ψυχρῷ φλέγματι τὸ δυσεκθέρμαντον, οὐ τὸ σφοδρὸν γίνεται ῥῖγος, ἐπὶ δὲ τῷ μελαγχολικῷ ποτὲ μὲν ἀμφότερα, ποτὲ <δὲ> θάτερον. ἀλλ' ὁ μὲν τοιοῦτος χυμὸς διὰ τετάρτης φέρει τὸν παροξυσμόν, ὁ δ' ὑαλώδης τὸν ἀμφημερινόν. οὐδὲν μὴν οἱ ἐξηγηταὶ τῶν τοιούτων διαιροῦσιν, ἀλλ' ἐν οἷς οὐδὲν ὠφελοῦσι τοὺς μαθητάς, ἐπὶ πλεῖστον ἐκεῖνα διέρχονται. καὶ γὰρ οὖν καὶ κατὰ τὴν ἑξῆς ῥῆσιν ἰατρικωτάτην οὖσαν ἐλέγχονται τῶν ἀξιολογωτάτων θεωρημάτων οὐδὲν ἐπιστάμενοι. Πρὸ ῥίγεος αἱ ἐπισχέσιες τῶν οὔρων ἢν ἐκ χρηστῶν ἴωσι καὶ <ἢν μὴ> κοιλίη διέλθῃ καὶ ὕπνοι <ἐν>εῶσιν, ἴσως μὲν καὶ ὁ τρόπος τοῦ πυρετοῦ, ἴσως δὲ καὶ τὰ ἐκ κόπων. |