Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.849
Not analysed yet
Οὐκ οἶδ' ὅ τι εἴπω, μὰ τοὺς θεούς, ὅταν ὠφελιμώτατον θεώρημα μυριάκις ἐπὶ τῶν νοσούντων φαινόμενον ἀγνοῶσιν οἱ τὸ βιβλίον ἐξηγησάμενοι. τὸ μὲν οὖν τῶν ἄλλων ἧττον ἄν τις θαυμάσειε, τὸ δὲ Σαβίνου καὶ Ῥούφου τοῦ Ἐφεσίου, τοῖς Ἱπποκράτους συγγράμμασιν ὡμιληκότων ἀνδρῶν οὐ παρέργως, ἄξιον ὄντως ἐστὶ θαύματος, εἰ μὴ πολλάκις ἐθεάσαντο ῥίγους κρισίμου προηγησαμένην ἐπίσχεσιν οὔρου, περὶ ἧς νῦν ὁ Ἱπποκράτης γράφει, προγινώσκειν ἡμᾶς διδάσκων ἐσόμενον ἐν νόσῳ κρίσιμον ῥῖγος. ἐὰν <μὲν γὰρ> ἐν ὀξεῖ πυρετῷ τἄλλα σοι σημεῖα σωτήρια φαίνηται καὶ κρίσιν ἐλπίζῃς ὑπόγυον ἔσεσθαι, γινώσκειν σε χρὴ τῶν οὔρων ἐπισχεθέντων ἐξ ἀνάγκης ἔσεσθαι <τὸ> κρίσιμον ῥῖγος. ἐὰν δὲ καὶ ἡ νὺξ προηγήσηται δύσφορος ἥ τε ἡμέρα κρίσιμος ᾖ, βεβαιότερον ἔτι προερεῖν ἔσεσθαι τὸ ῥῖγος. ἐὰν δὲ τὸ διὰ σφυγμοῦ σημεῖον, ὡς <ἐν τοῖς Περὶ σφυγμῶν> ἔμαθες, ἐνδείξηταί σοι ταὐτόν, μὴ μόνον ἔσεσθαι τὸ ῥῖγος, ἀλλὰ καὶ σφοδρὸν ἔσεσθαι βεβαίως ἔλπιζε. τὸ τοίνυν ἐκ χρηστῶν ἤτοι τῶν οὔρων μόνων ἢ καὶ τῶν ἄλλων ἅμα αὐτοῖς τῶν ἀγαθῶν σημείων ἀκούειν |