Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.850
Not analysed yet
σε χρή. τηλικαύτη μὲν ἡ δύναμίς ἐστι τῶν ἐν τοῖς οὔροις σημείων ἐν τοῖς ὀξέσι πυρετοῖς, ὥστε καὶ μόνῃ πιστεύειν αὐτῇ. προσερχομένων δὲ καὶ τῶν ἄλλων, πρόγνωσις ἔσται σοι βεβαιοτάτη καὶ ἀμετάπτωτος, ὡς τὸ διηνεκὲς ἔχειν. αἱ μέντοι τῶν οὔρων ἐπισχέσεις γίγνονται καὶ τῆς κοιλίας ἐκκρινούσης πολλά. δηλοῦται γὰρ ἐνταῦθα ῥέπειν ἡ ὀρρώδης ὑγρότης, ἧς ἔμαθες, ὅταν πλεονάζῃ, τρεῖς εἶναι κενώσεις, τὴν διὰ γαστρός, τὴν δι' οὔρων, τὴν δι' ἱδρώτων. ἐὰν μὲν οὖν ἡ κοιλία πλείω διαχωρήσῃ, τῇ τῶν οὔρων ἐπισχέσει θαρρεῖν οὐ προσῆκον εἰς τὴν τοῦ ῥίγους πρόγνωσιν. ἐὰν δὲ καὶ αὕτη μηδὲν ὅλως προ<δια>χωρήσῃ, προεγνωκότι σοι τὸ νόσημα πλησίον εἶναι κρίσεως ἀναγκαῖόν ἐστι ῥιγῶσαί τε καὶ ἱδρῶσαι τὸν κάμνοντα. τί ποτε οὖν σημαίνει τὸ καὶ ὕπνοι ἐνεῶσιν; εἰ μὲν γὰρ ὡς ἕν τι τῶν ἀγαθῶν σημείων εἴρηται, τὸ μέγιστον εἰς τὰ παρόντα συμφωνήσει τῷ ἢν ἐκ χρηστῶν ἴωσιν, ὥσπερ τι παράδειγμα λελεγμένον. εἰ δ' ὡς καὶ τοῦτο τοῦ γενησομένου ῥίγους ὂν σημεῖον, οὐχ ἁπλῶς σε χρὴ γινώσκειν περὶ τοῦδε. πολλάκις μὲν γὰρ ἡ προη|