Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.851
Not analysed yet
γησαμένη [τῆς κρίσεως] νὺξ τοῦ τε ῥίγους καὶ τῆς ἐπ' αὐτῷ κρίσεως γίνεται δύσφορος, ὁπότε βεβαιοτάτην ἕξεις σὺν τοῖς εἰρημένοις τὴν τοῦ γενησομένου ῥίγους πρόγνωσιν. ἐνίοτε δὲ ἐν τῷ σπανίῳ μεθ' ὕπνων χρηστῶν εὔφορος γίνεται ἡ νὺξ καὶ φαίνεται τούτοις οὐχ ὁ τοῦ ῥίγους δηλωτικὸς σφυγμός, ἀλλ' ὁ τῆς ἐκκρίσεως. ἔμαθες δὲ περὶ τούτων ἱκανῶς ἐν Τῇ τῶν σφυγμῶν πραγματείᾳ. προσεπισκοπεῖσθαι δὲ καὶ τὸν τρόπον τοῦ πυρετοῦ κελεύει σε, τουτέστιν εἰ θερμὸς καὶ χολώδης καὶ καυσώδης ἢ τῶν ἄλλων τις. ὅσα γὰρ ἐν τοῖς ὀξέσι πυρετοῖς καὶ μάλιστα τοῖς καυσώδεσι γίνεται ῥίγη κριτικά, ταῦτα ἔμαθες ἐπὶ τῇ ξανθῇ χολῇ διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένῃ πρὸς τὸ ἐκτὸς ἀποτελεῖσθαι. διὰ <δὲ> τοῦτο καὶ οἱ ἐκ κόπων πυρετοί, χολωδέστατοι τὴν κρᾶσιν ὄντες, εἰς τὴν πρόγνωσίν σοι καὶ αὐτοὶ συντελοῦσιν. αὕτη μὲν οὖν ἡ ἀπὸ τῶν προκαταρκτικῶν αἰτίων εἰς τὴν πρόγνωσιν ὠφέλεια, λελεγμένη μὲν ὡς ἐπὶ παραδείγματος ἑνός, ἐσομένη δέ σοι χρήσιμος κἀπὶ τῶν ἄλλων αἰτίων τῶν προκαταρκτικῶν, ὅσα χολωδέστερον ἐργά|