Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.852
Not analysed yet
ζεται τὸ σῶμα. ταῦτα δ' ἐστὶν ἐγκαύσεις τε καὶ ἀγρυπνίαι καὶ φροντίδες καὶ λῦπαι καὶ θυμοὶ καὶ τροφῆς ἔνδεια καὶ τῶν χολωδῶν ἐδεσμάτων πλεονεξία. πρώτη μὲν γάρ σοι καὶ ἀσφαλεστάτη διάγνωσις [εἰς] τοῦ τρόπου τῶν πυρετῶν ἀπὸ τῶν φαινομένων κατὰ τὸ σῶμα γενήσεται, καθάπερ ἔμαθες ἐν τοῖς Περὶ διαφορᾶς τῶν πυρετῶν. ἐφεξῆς δὲ καὶ ἡ ἀπὸ τῶν προκαταρχόντων αἰτίων εἰς ἀσφαλεστέραν πίστιν ὧν εὗρες οὐ σμικρὰ συντελέσει. θαυμαστὸν οὖν, ὅπως τοῦτο τὸ θεώρημα χρησιμώτατον ὂν ἔλαθε τοὺς ἐξηγητάς. Ἀποστάσιες οὐ μάλα οἷσι ῥίγεα. Σπανίως ἀποστάσεις γίνονται τοῖς μετὰ ῥίγους πυρέττουσιν, ὥσπερ ἐν τεταρταίοις πυρετοῖς καὶ τριταίοις. αἱ γὰρ ἐν ταῖς παρακμαῖς