Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.853
Not analysed yet
τῶν τοιούτων παροξυσμῶν ἐκκρίσεις |κενοῦσι τὸ πλῆθος, ὥστε πάνυ χρὴ πολλὴν εἶναι τὴν περιουσίαν τῶν λυπούντων χυμῶν, ἵν' ἡ φύσις ἀποστάσεως δεηθῇ. Αἱ τῶν σκελέων ἐκθηλύνσιες, οἷον ἢ πρὸ νόσου ὁδοιπορήσαντι ἢ ἐκ νόσου αὐτίκα, διότι ἴσως τὸ ἐκ κόπων εἰς ἄρθρα ἀπέστη, δι' ὃ αἱ τῶν σκελέων ἐκθηλύνσιες. Οὐκ ἔστι γνῶναι σαφῶς, πότερον τὰς ἀσθενείας μόνας ἐκθηλύνσεις εἴρηκεν ἢ τὰς σὺν ἀτροφίᾳ τῶν σκελῶν ὅλων γινομένας. ὅσον μὲν γὰρ ἐπὶ <τῷ> προτέρῳ τῶν προειρημένων παραδειγμάτων, ἐγχωρεῖ καὶ τὰς σὺν ἀτροφίᾳ νοεῖν. ὅσον δ' ἐπὶ τῷ δευτέρῳ, καθ' ὅ φησι διότι ἴσως τὸ ἐκ κόπων εἰς ἄρθρα ἀπέστη, τὰς ἰσχνότητας οὐκ ἄν τις εὐλόγως ἀκούσειεν, ἀλλ' ἁπλῶς τὰς ἀσθενείας, αἵτινες δύνανται καὶ χωρὶς ἰσχνότητος ἤτοι γ' ἐκλύτους τὰς ἐνεργείας