Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.854
Not analysed yet
ἐρ|γάσασθαι τῶν σκελῶν ἢ καὶ τὰς ἀποστάσεις ὑποδέχεσθαι. τὸ δὲ ἐπὶ τῷ τέλει προσκείμενον δι' ὃ αἱ τῶν σκελέων ἐκθηλύνσιες εἴρηται καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως. ὅθεν ἔνιοι τῶν ἐφεξῆς γεγραμμένων ἡγούμενον αὐτὸ ποιοῦσι, πρῶτον μὲν ἀφαιροῦντες τὸ διότι, συμμετακοσμοῦντες δὲ αὐτῷ τινὰ καὶ τῶν ἐκ τῆς ἑπομένης ῥήσεως. ὅπερ δὲ καὶ <κατὰ> τὴν ἀρχὴν εἶπον, ἀναμνήσω καὶ νῦν, ἔστι δὲ τοῦτο τὸ πολυειδῶς γεγράφθαι τὰς ἐν τούτῳ τῷ βιβλίῳ ῥήσεις, ὥσπερ καὶ τήνδε, μετὰ τοῦ διεσπάσθαι τινὰς οὐκ ὀρθῶς ἢ συνῆφθαι πάλιν οὐ προσηκόντως. ὧν εἰ μνημονεύσοιμι πάντων ἅμα τῷ διελέγχειν τοὺς ἁμαρτάνοντας, εἰς ἄπειρον ἐκταθήσεται μῆκος ὁ λόγος. Φύματα ἔξω ἐξοιδέοντα καὶ τὰ ἀπόξεα καὶ τὰ κορυφώδεα καὶ τὰ ὁμαλῶς ξυμπεπαινόμενα καὶ μὴ περίσκληρα καί |