Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.855
Not analysed yet
κατάρροπα καὶ τὰ μὴ δίκραια ἀμείνω. τὰ δ' ἐναντία κακὰ καὶ ὅσα †πλείστως ἐναντία κάκιστα. Ἀπὸ τῶν ἐν τῇ γῇ φυομένων οἱ ἄνθρωποι φύματα κεκλήκασι τοὺς παρὰ φύσιν ὄγκους, ὅσοι τοὐπίπαν ἄνευ τῆς ἔξωθεν αἰτίας γίνονται. μάλιστα οὖν ὀνομάζουσιν οὕτω τὰ πρὸς τὸν ἐκτὸς τόπον ἐπειγόμενα. τῷ δ' οὐκ ἔχειν ἕτερον ὄνομα καὶ τὰ πλατέα καὶ βραχεῖ τοῦ κατὰ φύσιν ὑψηλότερα καὶ ταῦθ' ὡσαύτως ἐνίοτε προσαγορεύουσιν, ὅπερ καὶ Ἱπποκράτης ἐποίησεν, ἀγαθὰ μὲν εἶναι λέγων τὰ ἐξοιδοῦντα, τουτέστιν ἐφ' ὧν ἀξιόλογος ἡ ἐξόγκωσις ἢ ὅσα τὴν αὔξησιν οὐκ εἰς τὴν ἔσω χώραν, ἀλλ' εἰς τὴν ἔξω ποιεῖται, καθάπερ ἐν Προγνωστικῷ γράφων εἶπεν· "Ὅσα μὲν ἔξω τρέπεται, ἄριστά ἐστιν ὡς μάλιστα ἐκκλίνοντα καὶ ἐς ὀξὺ ἀποκορυφοῦντα." "ὅσα δέ", φησίν, "ἔσω ῥήγνυται, ἄριστά ἐστιν, ἃ τῷ ἔξω χωρίῳ μηδὲν ἐπικοινωνεῖ". κάλλιον μὲν γὰρ ἔξω ῥέπειν, εἰ δὲ ἔσω ῥέπει, βέλτιον πάλιν ἐν τούτοις ἐστὶν |