Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.856
Not analysed yet
ἅπασιν αὐτῶν τὴν ῥοπὴν εἰς τὴν ἔσω χώραν [πε]ποιεῖσθαι. τῶν μὲν οὖν φυμάτων ἡ γένεσις ἐν ἐπιγαστρίῳ τέ ἐστιν [ἢ] καὶ κατὰ θώρακα. τούτοις γὰρ ὑπόκεινται χῶραι κεναί, τὸν παρὰ φύσιν ὄγκον ἐκδεχόμεναι τῶν ἔσω ῥεψάντων φυμάτων. αὐτῶν δὲ τῶν ἐξογκουμένων ἔξω τὰ ἀπόξεα καὶ κορυφώδη κρείττονα τῶν πλατέων ἐστίν, ὡς ἂν ὑπὸ θερμοτέρων τε καὶ λεπτοτέρων τῇ συστάσει γινόμενα χυμῶν καὶ διὰ τοῦτο ταχέως ἐκπυϊσκόμενα. τὰ γὰρ ὑπὸ παχέων καὶ γλίσχρων γινόμενα ὡς ἂν ψυχρῶν ὄντων πλατέα τέ ἐστι καὶ δύσπεπτα καὶ σήπεται μᾶλλον, οὐ πέττεται χρόνῳ πλείονι. σὺν τούτοις δὲ ἐπαινεῖ καὶ τὰ ὁμαλῶς ἐκπυϊσκόμενα. τὰ γὰρ ἐκ μέρους μέν τινος ἑαυτῶν ἐκπυήσαντα, τὸ λοιπὸν δὲ ἅπαν ἀνεκπύητον ἔχοντα πρῶτον μὲν αὐτῷ τῷ χρονιώτερα τῶν ἄλλων ἐκπυησάντων εὐθέως εἶναι μοχθηρά, δεύτερον δὲ τῷ δυσχερεῖ τῆς θεραπείας. ἄλλων μὲν γὰρ δεῖται τὰ διαπυήσαντα [τῶν] ἰαμάτων, ἄλλων δὲ τὰ ἀνεκπύητα. καὶ τὰ μὴ περίσκληρα δὲ βελτίω τῶν περισκλήρων ἐστίν, ὀνομάζει δὲ περίσκληρα τὰ τὸ μέσον |