Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.857
Not analysed yet
<μὲν> ἑαυτῶν ἔχοντα μαλακὸν καὶ διαπυίσκον, ὅσον δὲ ἐν κύκλῳ τούτου, σκληρὸν καὶ δυσεκπύητον ἢ ὅλως ἀνεκπύητον. ἐπαινεῖ δὲ καὶ τὰ κατάρροπα φύματα. ταῦτα δ' ἐστὶν ὅσα κατὰ τὴν κάτω χώραν τὴν κορυφὴν ἑαυτῶν ἴσχει τῆς ἐκπυήσεως. ἐνταῦθα γὰρ ἀναστομωθέντα τὰς ἀπορρύσεις εὐπετεῖς λαμβάνει, εἰ μὴ λάθοι γέ [δὲ] σε τῶν ἀνωμάλων ὄντα. καὶ τούτοις γὰρ τὸ μέν τι χρηστὸν ὑπάρχει, τὸ δέ τι μοχθηρόν. ὅσα δὲ τὴν ἐκπύησιν ὁμαλὴν ἔχοντα τὴν κορυφὴν ἐν τοῖς κάτω μέρεσι ποιεῖται, ταῦτα ἄριστα. καὶ τὰ μὴ δίκραια δὲ βελτίω τῶν δικραίων εἶναί φησιν. εὑρίσκεται γὰρ τῶν δικραίων τὸ μέσον οὐκ ἀπαθὲς μέν, ἀνεκπύητον δὲ καὶ σκληρόν. εὔδηλον δ' ὅτι τῶν ἐναντίως ἀλλήλοις διακειμένων φυμάτων ὧν διῆλθεν, ὅσα πλεῖστον ἀλλήλων διαφέρει ταῖς ἰδέαις, ταῦτα καὶ ταῖς δυνάμεσι καὶ τοῖς ἤθεσι διαφέρει πάμπολυ. πλάτος γὰρ ἱκανὸν ἐχουσῶν τῶν εἰρημένων διαφορῶν, ἀναγκαῖον εἶναι μέν τι μέσον τῶν ἐναντίων, ἀποκεχωρηκέναι δὲ τοῦ μέσου τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον, οἷον ἐπὶ τῶν σκληρῶν καὶ μαλακῶν. ἐπὶ |