Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.858
Not analysed yet
μιᾶς γὰρ ἀντιθέσεως ὡς ἐπὶ παραδείγματος ἀρκέσει τὸν λόγον ποιήσασθαι· τὸ μὲν σκληρὸν τοῦ μαλακοῦ φαυλότερόν ἐστιν, αὐτοῦ δὲ τοῦ σκληροῦ τὸ μᾶλλον σκληρόν, ὅ τι δ' ἐστὶ σκληρότατον, <τοῦτ' ἂν> εἴη χαλεπώτατον. οὕτω δὲ καὶ τὸ μὲν μετρίως μαλακὸν ἀγαθὸν μετρίως ἐστί, τὸ δὲ τελέως μαλακὸν ἀγαθὸν καὶ τοῦτο τελέως. ἅπερ οὖν ἐπὶ ταύτης τῆς ἀντιθέσεως ἤκουσας, ἐπὶ τὰς εἰρημένας ἁπάσας δεῖ μεταφορᾶς. Τὸ θηριῶδες φθινοπώρου καὶ αἱ καρδιαλγίαι καὶ τὸ φρικῶδες καὶ τὸ μελαγχολικόν. Εἴτε τὰς ἀσκαρίδας, εἴτε τὰς ἕλμινθας λέγει τὸ θηριῶδες, εἴτε ἐλέφαντα καὶ καρκίνον, εἴτε φθίσιν, ὥς τινες ἤκουσαν, εἴτε πᾶν τὸ κακόηθες, εἰκότως ἐν φθινοπώρῳ τὰ τοιαῦτα γίνεται πάντα διά τε τὴν κακοχυμίαν τῆς ὥρας καὶ τὴν τοῦ περιέχοντος ἀνώμαλον κρᾶσιν.