Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.859
Not analysed yet
οὐδὲν |οὖν θαυμαστόν, εἰ καὶ καρδιαλγίαι καὶ τὸ φρικῶδες καὶ τὸ μελαγχολικὸν ἐπικρατεῖ κατὰ τὴν φθινοπωρινὴν ὥραν. ἅπαντα γὰρ ἕπεται ταῦτα τοῖς προειρημένοις αἰτίοις. εἴρηται δὲ ἡμῖν ἐπὶ πλέον ἐν τῇ τοῦ δευτέρου τῶν Ἐπιδημιῶν ἐξηγήσει περὶ τῶν κατὰ τὸ φθινόπωρον ἁπάντων. Πρὸς τὰς ἀρχὰς τοὺς παροξυσμοὺς ἐπισκέπτεσθαι καὶ ἐν ἁπάσῃ τῇ νούσῳ, οἷον τὸ δείλης παροξύνεσθαι καὶ ὁ ἐνιαυτὸς εἰς δείλην καὶ αἱ ἀσκαρίδες. Κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν οὕτως ἐγέγραπτο· "πρὸς τὰς ἀρχὰς τῶν νούσων σκεπτέον, εἰ αὐτίκα ἀνθεῖ". χρῆται γὰρ ἐνίοτε τῇ πρὸς τὰς ἀρχὰς φωνῇ ὁ Ἱπποκράτης, ὡς εἰ καὶ κατὰ τήνδε τὴν λέξιν εἶπε· "πρὸς τὰς ἀρχὰς τῶν νούσων διαφέρει τὸ σκοπεῖσθαι, εἰ αὐτίκα ἀνθεῖ," καθάπερ κἀν τῷ φάναι, "ὅτι καὶ πρὸς τὸ |