Ancient Greek · ~5 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.860
Not analysed yet
ὑγραίνειν καὶ ξηραίνειν καὶ θερμαίνειν καὶ ψύχειν πολλὰ ἄν τις εὕροι τοιαῦτα." οὐ γὰρ ὡς ἐναντιούμενος οὐδ' ὡς ἀντιλέγων, ἀλλ' ὡς συνεργῶν τῷ "πρὸς" <ἐν τῷ "πρὸς> τὸ θερμαίνειν καὶ ψύχειν καὶ ξηραίνειν καὶ ὑγραίνειν" χρῆται [πολλά, φησίν, ἄν τις εὕροι τοιαῦτα]. δέδεικται δὲ καὶ τοῦθ' ἡμῖν ἐν οἷς ἐξηγούμεθα τὸ δεύτερον τῶν Ἐπιδημιῶν. <εἰ δ'> οὐχ οὕτως ἐθέλοι τις ἀκούειν τῆς λέξεως, ἀναγκαῖόν ἐστι τὸ πρὸς τὰς ἀρχὰς ἀντὶ τοῦ "κατὰ τὰς ἀρχὰς" ἢ "περὶ τὰς ἀρχὰς" ἀκούειν. οὐ μὴν ἐν ταῖς ἀρχαῖς γε μόναις τοῦτο παραινεῖ σκοπεῖν, ἀλλ' ἐν ὅλαις ταῖς νόσοις, εἶτα παράδειγμα προσέθηκεν, ὃ δυνατόν ἐστιν ἀναγνῶναι διττῶς, καθ' ἕνα μέντοι τρόπον <οἷον> τὸ ἐς δείλην παροξύνεσθαι καὶ ὁ ἐνιαυτός, εἶτ' ἀφ' ἑτέρας ἀρχῆς ἐς δείλην καὶ αἱ ἀσκαρίδες· καθ' ἕτερον δὲ τρόπον οἷον τὸ ἐς δείλην παροξύνεσθαι καὶ ὁ ἐνιαυτὸς ἐς δείλην, εἶτα ἀπ' ἄλλης ἀρχῆς αἱ ἀσκαρίδες. ἀναλογίαν γάρ τινα ἔχειν ἡγεῖται τὴν ἡμέραν πρὸς ὅλον τὸν ἐνιαυτόν, ὡς τῷ μὲν ἑωθινῷ καιρῷ τὸ ἔαρ ἐοικέναι, τῇ δὲ μεσημβρίᾳ τὸ θέρος, τῇ δὲ ἑσπέρᾳ τὸ φθινόπωρον, τῇ δὲ νυκτὶ τὸν χειμῶνα. λέλεκται δὲ καὶ |