Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.861
Not analysed yet
περὶ τούτων ἐπὶ πλέον ἐν οἷς ἐξηγούμεθα τὴν ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν ῥῆσιν, ἧς ἀρχὴ ‘αἱ ἀσκαρίδες δείλης’. Νηπίοισι βηχίον σὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ συνεχεῖ σημαίνει μετὰ κρίσιν διμηνιαίῳ τὸ σύμπαν εἰκοσταίῳ καὶ οἰδήματα ἐς ἄρθρα. Ἅπαντες ὁμοίως πιστεύουσι τοῖς γεγραμμένοις οἱ ἐξηγησάμενοι μετὰ τοῦ μηδὲ νοεῖν ὧν ἐπαινοῦσιν ἔνια. καίτοι τινὰ μέν, εἰ καὶ κακοζηλότερον εἰπεῖν, οἷον νεῦρα τῆς τέχνης ἐστίν, τινὰ δὲ πάνυ σμικρὰν ἔχει τὴν ὠφέλειαν, ἔνια δὲ οὐδὲ σμικράν, ὥσπερ καὶ τὸ κατὰ τὴν προκειμένην ῥῆσιν. ἐγὼ γὰρ ὅσα μὲν ἀεὶ φαίνεται γιγνόμενα κατὰ τοὺς ἀρρώστους ὡσαύτως ἀξιομνημόνευτα νομίζω, καὶ τούτων αὐτῶν μάλιστα τὰ μεγάλην ἔχοντα τὴν χρείαν, ὥσπερ ὀλίγον ἔμπροσθεν ἔλεγον ἐπὶ τῆς κατὰ τὸ ῥῖγος |