Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.862
Not analysed yet
προγνώσεως. ἐν σφοδροτάτῳ γὰρ ἐνίοτε πυρετῷ μετ' ἀγρυπνίας καὶ ἄσης καὶ δίψους καὶ δυσφορίας, ἔσθ' ὅτε δὲ καὶ παραφροσύνης, ἁπάντων ταραττομένων καὶ κλαιόντων τῶν οἰκείων τοῦ κάμνοντος, ἔνεστιν ἐπιστημονικῶς προειπόντα ῥῖγός τε καὶ ἱδρῶτα καὶ λύσιν τοῦ νοσήματος Ἀσκληπιὸν εἶναι δοκεῖν. ἐπὶ δὲ τοῦ νῦν λεγομένου πρῶτον μὲν οὐ σαφές ἐστιν ὃ λέγει. δεύτερον δὲ κἂν ἁπάσας αὐτοῦ τὰς πιθανὰς ἐκδοχὰς ὑπόθηταί τις ἔχεσθαι τῆς τοῦ γράψαντος γνώμης, οὐδὲν ἐξ αὐτῶν ἔστι προειπεῖν. ὑποκείσθω γάρ τι νήπιον βῆττον ἅμα γαστρὸς ταραχῇ καὶ πυρετῷ συνεχεῖ κἄπειτα κρινόμενον ὁπωσοῦν ἐν ᾗπερ ἂν ἡμέρᾳ βουληθῇς, εἴτ' οὖν ὀγδοηκοστῇ μετὰ τὴν ἀποκύησιν, εἴθ' ἑξηκοστῇ (διττῶς γὰρ ἐξηγήσαντο τὴν λέξιν τήνδε, διμηνιαίῳ τὸ σύμπαν εἰκοσταίῳ, τινὲς μὲν ἀπὸ γενετῆς διμηνιαῖον εἶναι βουλόμενοι, καθ' ἣν ἡμέραν κρίνεται τὸ παιδίον, εἰκοσταῖον δ' ἀφ' ἧς ἡμέρας ἤρξατο νοσεῖν, τινὲς δὲ διμηνιαίῳ γινομένῳ τὴν νόσον ἀρξαμένην κριθῆναι μεθ' ἡμέρας εἴκοσι) καὶ τούτων οὕτως ἐχόντων ἡμᾶς <δεῖ> προλέγειν, ὅτι τούτῳ |