Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.863
Not analysed yet
τῷ παιδίῳ καὶ ἀπόστασίς τις εἰς ἄρθρα γενήσεται μετὰ τὴν κρίσιν. καὶ μὴν οὔτε διὰ παντὸς οὔθ' ὡς τὸ πολὺ συμβήσεται τοῦτο. χρὴ δὲ τὰς προρρήσεις ἢ ἀμεταπταίστους εἶναι διὰ παντὸς ἢ σπανιάκις σφάλλεσθαι. τὸ δ' ὀλιγάκις μὲν ἐπιτυγχάνειν, πλεονάκις δ' ἀποτυγχάνειν οὐ τεχνικόν. Ἢν μὲν κάτω τοῦ ὀμφαλοῦ καταστῇ τὰ ἄνω ἐν τοῖσι κάτω ἄρθροισιν, ἀγαθόν. ἢν δὲ ἄνω, οὐχ ὁμοίως λύει τὴν νοῦσον, ἢν μὴ ἐκπυήσῃ. Ὅτι μὲν ἔτι περὶ τῶν παιδίων λέγει ταῦτα, δῆλόν ἐστι διὰ τῶν ἐφεξῆς εἰρησομένων. ὅ γε μὲν λόγος οὗτος οὐ τῶν ἐπὶ μέρους ἐστίν, ἀλλὰ τῶν καθόλου καὶ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν καὶ κατὰ τοὺς Ἀφορισμοὺς καὶ κατὰ τὸ Προγνωστικὸν εἰρημένος, ἃ προεξηγησάμεθ' ἅ<παντα>. βούλεται γὰρ τὰς μὲν ἐκ τῶν ἄνω χωρίων εἰς τὰ κάτω τοῦ ὀμφα|