Ancient Greek · ~2 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.864
Not analysed yet
λοῦ γινομένας ἀποστάσεις ἀγαθὰς εἶναι, τὰς δὲ μὴ τοιαύτας οὐκ ἀγαθάς. ἐκλύει δ' αὐτῶν τι τῆς κακίας, ἐὰν ἐκπυήσῃ τὰ οἰδήματα. κέχρηται δὲ κἀνταῦθα τῇ προσηγορίᾳ τοῦ οἰδήματος ἐπὶ τοῦ γενικοῦ σημαινομένου τῶν παρὰ φύσιν ὄγκων, ὡς καὶ πρόσθεν εἴρηται. Τὰ δ' ἐν ὤμοισιν ἐκπυέοντα τοῖσι τηλικούτοισι γαλιάγκωνας ποιέει. Ὅτι περὶ τῶν νηπίων ἔτι διαλέγεται, σαφὲς αὐτὸς ἐποίησεν εἰπὼν τοῖσι τηλικούτοισιν, ἀξιῶν ἡμᾶς ἐπὶ τὴν ἀρχὴν ἀναφέρειν τοῦ λόγου καὶ τὰ νῦν εἰρημένα. κατὰ τίνα δὲ τρόπον γαλιάγκωνες οἱ τοιοῦτοι γίνονται, μεμάθηκας ἔν τε τῷ Περὶ ἄρθρων αὐτοῦ συγγράμματι καὶ τοῖς ἡμετέροις ὑπομνήμασιν εἰς αὐτό. |