Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.865
Not analysed yet
Λύσειε δ' ἂν καὶ ἑλκυδρίων κάτω ἔκθυσις, ἢν μὴ στρογγύλα καὶ βαθέα ᾖ· τὰ <δὲ> τοιαῦτα ὀλέθρια καὶ ἄλλως παιδίοισιν. Παρὰ τὸ "ἐκθύειν", ὅπερ ἐστὶν ἐξορμᾶν, τὴν ἔκθυσιν εἴρηκεν, ἐκτεινομένης τῆς μέσης συλλαβῆς, ὡς εἰ καὶ ἐξόρμησιν εἰρήκει. λύειν δ' αὐτά φησι τὰς ἀποσκήμματος δεομένας διαθέσεις, ἢν μὴ στρογγύλα καὶ βαθέα ᾖ, τουτέστιν εἰ μὴ κακοήθη μάλιστα γένοιτο· καὶ γὰρ ἀνιαρὰ τοῖς βρέφεσιν, οὐ δυναμένοις φέρειν οὔτε τὰς ὀδύνας οὔτε τὴν θεραπείαν, καὶ ἄλλως δυσίατα τὰ τοιαῦτα. Λύσειε δ' ἂν καὶ αἷμα ῥυέν, μᾶλλον δὲ τοῖσι τελειοτέροισιν ἐπιφαίνεται. |