Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.866
Not analysed yet
Ὅτι μὲν αἷμα ῥυὲν πᾶσι τοῖς τοιούτοις ὠφέλιμόν ἐστι, πολλάκις ἤδη μεμαθήκαμεν. ἐπὶ δὲ τῶν νηπίων, ὑπὲρ ὧν διαλέγεται, τὴν ἀρχὴν οὐδὲ ἐπιφαίνεται τὸ αἷμα πλὴν εἴ που σπανίως. διὸ καὶ προσέθηκεν αὐτὸς μᾶλλον δὲ τοῖσι τελειοτέροισιν ἐπιφαίνεται, τουτέστι τοῖς ἐπὶ πλέον ηὐξημένοις. τίνα δ' ἐστὶ πάθη τὰ δι' ὧν εἶπεν ἀποστάσεών τε καὶ αἱμορραγιῶν καὶ ἑλκυδρίων κρινόμενα τοῖς νηπίοις, οὐ πάνυ σαφῶς ἐδήλωσεν. ἡ γὰρ ἀρχὴ τῆς ῥήσεως ἦν· "νηπίοισι βηχίον σὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ συνεχεῖ." δύναται δὲ καὶ τῶν κατὰ [τὸ] πλευρόν τι καὶ πνεύμονα καὶ τῶν καθ' ἧπάρ τε καὶ γαστέρα δι' ὧν εἶπε συμπτωμάτων δηλοῦσθαι. Δάκρυα ἐν τοῖσιν ὀξέσι τῶν φλαύρως ἐχόντων ἑκόντων μὲν χρηστόν, ἀκόντων δὲ παραρρέοντα κακόν. |