Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.885
Not analysed yet
μνήσω· δεινοὺς γὰρ ἰδεῖν αὐτοὺς εἰρῆσθαι <λέγουσι> πρὸς ἡμῶν μέν, ἐὰν μετὰ φλυκταινῶν καὶ ἑλκώσεων γίνωνται, κατ' αὐτοὺς δέ, ὅταν παρακόπτωσι καὶ φοβερὸν ἐμβλέπωσιν. περὶ δὲ τούτων ἀμφοτέρων ἥντινα χρὴ γνώμην ἔχειν, προειρήκαμεν. ὁμοίως δὲ ἥμαρτον καὶ οἱ πνευματώδεις μὲν αὐτοὺς εἰρῆσθαι λέγοντες, οὐ πρὸς τὴν ἁφὴν τὴν διάγνωσιν ἀναφέροντες, ἀλλ' ἐπὶ δυσπνοίας εἶδος, ἐν ᾧ μέγα καὶ πυκνὸν γίνεται τὸ πνεῦμα. πιθανώτατον οὖν ἐστιν ἢ πρὸς τὴν ἁφὴν πνευματώδη νομίζειν ἢ τὸν λοιμώδη λελέχθαι πεμφιγώδη. προστεθέντος δὲ κατὰ <τὴν> ῥῆσιν τῷ πεμφιγώδεες τοῦ δεινοί, ὁ λοιμώδης μόνος ἐστὶ δηλούμενος, οὗ τὸ πρὸς ἄλλους διαφέρον ἐστὶ τὸ σηπεδονῶδες εἶναι τὸ θερμόν, οἷόνπερ κἀν τῷ νῦν γενομένῳ πολυχρονιωτάτῳ λοιμῷ. διὰ τοῦτο οὖν οὐδὲ θερμοὶ καὶ διακαεῖς ἐφαίνοντο τοῖς ἁπτομένοις οἱ λοιμώττοντες, καίτοι τά γ' ἔνδον ἰσχυρῶς διακαιόμενοι, καθάπερ καὶ ὁ Θουκυδίδης ἔφη· "καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτ' ἄγαν θερμὸν ἦν οὔτε χλωρόν [ἦν], ἀλλ' |