Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.886
Not analysed yet
ὑπέρυθρον, πελιδνόν, φλυκταίναις σμικραῖς καὶ ἕλκεσιν ἐξηνθηκός. τὰ δὲ ἐντὸς οὕτως ἐκαίετο, ὥστε μήτε τῶν πάνυ λεπτῶν ἱματίων καὶ σινδονίων τὰς ἐπιβολάς, μηδ' ἄλλο τι ἢ γυμνοὶ ἀνέχεσθαι." εἴρηταί γε μὴν ἡ πέμφιξ κἀν ταῖς Κνιδίαις γνώμαις, ἃς εἰς Εὐρυφῶντα τὸν [καὶ] ἰατρὸν ἀναφέρουσι, <κατὰ> τήνδε τὴν λέξιν· "οὐρέει ὀλίγον ἑκάστοτε αἰεὶ καὶ ἐφίσταται πέμφιξ οἷον ἐλαίου, χλωρὴ ὥσπερ ἀράχνιον." ἐοίκασι γοῦν οὗτοι πέμφιγα καλεῖν οὐχ ὅλην τὴν φλύκταιναν, ἀλλὰ μόνον τὸ περιγράφον αὐτὴν ἔξωθεν ἀραχνίῳ παραπλήσιον. συντελέσας δ' οὖν ὁ Ἱπποκράτης τὰς οἰκειοτάτας τε καὶ πρώτας διαφορὰς τῶν πυρετῶν, ἑξῆς ἐπὶ τὰς κατὰ χρόαν μεταβάς φησιν· οἱ δὲ ἐξέρυθροι, οἱ δὲ ἔξωχροι, οἱ δὲ πελιοί. ἐξερύθρους μὲν εἶπεν οὐχ ἁπλῶς ἐρυθροὺς καὶ μετὰ τούτους ἑξῆς πάλιν ἐξώχρους οὐκ ὠχρούς, πελιοὺς δ' ἁπλῶς οὐδὲν αὐτοῖς ἐπιτάσεως τοῦ δηλουμένου προσθείς, ὡς εἰ καὶ πελιδνοτάτους τούτους εἰρήκει· τοῦτο μὲν γὰρ ἀεὶ μοχθηρὸν τὸ χρῶμα, τὸ δὲ τῶν ἐρυθρῶν τε |