Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.887
Not analysed yet
καὶ ὠχρῶν σύνηθες. οἱ δὲ ἐξέρυθροι, τουτέστιν οἱ σφοδρῶς ἐρυθροί, σφοδροτάτην μὲν ἐμφαίνουσι τὴν θερμασίαν, τὴν δ' ὕλην αἷμα, καθάπερ οἱ ἔξωχροι τὴν ὠχρὰν χολήν. ἐπισκέπτου δὲ ἐπ' αὐτῶν τὰ διαχωρούμενα, κἂν μὲν αὐ<τὰ χωρὶς> χολῆς εὑρίσκῃς, ἐξ ἀναχύσεως αὐτῆς γίνωσκε τὴν κατὰ φύσιν χροιὰν ὑπηλλάχθαι, ἐὰν δὲ αὖ μετὰ <πολλῆς χο>λῆς, ἐν διαφορᾷ πυρετῶν τίθεσο τὴν χρόαν. οὗτοι μὲν οὖν οἱ πυρετοὶ μαρασμὸν ἐπιφέρουσιν, ἐὰν μὴ φθάσωσί ποτε μετὰ ῥίγους καὶ ἱδρῶτος κριθῆναι. οἱ δὲ ἐξέρυθροι τῶν συνόχων εἰσὶν ὑπὸ φλεβοτομίας ὠφελούμενοι τῆς ἄχρι λειποψυχίας ἀγούσης, ὡς ἐν τῇ τῆς Θεραπευτικῆς μεθόδου πραγματείᾳ μεμάθηκας, ἔνθα καὶ ἡ χρεία μεγάλη φαίνεται τῆς τῶν τοιούτων διαφορῶν γνώσεως, ἰδίαν ἑκάστης αὐτῶν ἐχούσης θεραπείαν. οἱ δὲ πελιοὶ τῶν πυρετῶν, ἀπὸ τῆς χρόας καὶ αὐτοὶ δηλονότι τὴν ἐπωνυμίαν εἰληφότες, ἐλλείπειν σημαίνουσι τὸν αἱματικὸν χυμὸν καὶ δηλονότι σὺν αὐτῷ καὶ τὸ ἔμφυτον θερμὸν καὶ διὰ τοῦτ' εἰσὶν ὀλέθριοι. ὧν ἔνιοι καὶ τὰς διὰ κενώσεως ἐπιφερομένας