Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.888
Not analysed yet
συγκοπὰς ἐπιφέρουσι, |περὶ ὧν ἔμαθες ἐν τῇ Θεραπευτικῇ μεθόδῳ. τοὺς <δὲ> τοιούτους πυρετοὺς Εὐρυφῶν ὀνομάζει πελιὰς γράφων ὧδε· "πελιδνὸς πυρετὸς ἴσχει καὶ βρυγμὸς ἄλλοτε καὶ ἄλλοτε καὶ τὴν κεφαλὴν ἀλγέει καὶ τὰ σπλάγχνα ὀδύνη ἴσχει καὶ ἐμέει χολήν, καὶ ὅταν ὀδύνη ἔχῃ, ἐνορᾶν οὐ δύναται ὅτι βαρύνεται, καὶ ἡ γαστὴρ ξηρὴ γίνεται καὶ ὁ χρὼς πελιὸς ἅπας καὶ τὰ χείλεα οἷάπερ μόρα τρώξαντι καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ πελιὰ καὶ ἐξορᾷ ὥσπερ ἀπαγχόμενος, ὅτε δὲ ἧσσον τοῦτο πάσχει, καὶ μεταβάλλει πολλάκις." ἀλλὰ κἀν τῷ Περὶ νούσων Ἱπποκράτει ***γεγραμμένῳ, τῷ δοκοῦντι τοῖς περὶ τὸν Διοσκουρίδην ὑφ' Ἱπποκράτους γεγράφθαι τοῦ Θεσσαλοῦ υἱέος, εἴρηταί τις νόσος πελιή. τοῦ βιβλίου δ' ἐστὶν ἡ ἀρχὴ ἥδε· "οὐρέεται πολλόν, ὅταν ὑπερθερμανθῇ ἡ κεφαλή." περὶ δὲ τῆς πελιῆς νόσου κατὰ λέξιν οὕτω γράφει· "πελιὴν πυρετὸς ἴσχει ξηρὸς καὶ φρὶξ ἄλλοτε καὶ ἄλλοτε καὶ τὴν κεφαλὴν ἀλγέει καὶ τὰ σπλάγχνα ὀδύνη ἴσχει καὶ ἐμέει χολήν, καὶ ὅταν ἡ ὀδύνη ἔχῃ, οὐ δύναται ἐνορᾶν, ἀλλὰ βαρύνεται· καὶ ἡ γαστὴρ ξηρὰ γίνεται καὶ ἡ χρόα |