Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.889
Not analysed yet
πελιδνὴ καὶ τὰ χείλεα καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ πελιδνὰ καὶ ἐξορᾷ ὡς ἀγχόμενος· ἐνίοτε καὶ τὴν χρόαν μεταβάλλει καὶ ἐκ πελιδνοῦ ὑπόχλωρος γίνεται." τινὲς δὲ πάλιν ἐνταῦθα μοχθηρῶς ἐξηγήσαντο πελιὸν πυρετόν, ἐφ' οὗ τὰ διαχωρήματα πελιὰ φαίνεται. τούτοις γὰρ ἀκόλουθόν ἐστι καὶ μέλανα καλεῖν πυρετόν, ἐφ' οὗ μελάνων ἔκκρισις γίνεται. καταλείπεται <μὲν> οὖν ἔτι τὸ τέλος τῆς ῥήσεως ἐξηγήσασθαι, γεγραφότος αὐτοῦ καὶ τὰ ἄλλα [καὶ τὰ] τοιαῦτα, τουτέστι τοῖς εἰρημένοις. εἰρήκει δ' ὑστέρας τὰς κατὰ τὴν χρόαν διαφοράς, οὐ κατὰ τὴν οὐσίαν αὐτὴν οὔσας τῶν πυρετῶν, ἐγγυτέρω γε μὴν τῶν ἄλλων τῶν ἀπό τινος συμβεβηκότος γινομένων, ὥσπερ ὅταν ἤτοι διαλείποντας ἢ συνεχεῖς λέγωμεν εἶναι τοὺς πυρετούς, καὶ τῶν διαλειπόντων τὸν μὲν τριταῖον, τὸν δὲ ἀμφημερινόν, τὸν δὲ τεταρταῖον, καὶ τῶν συνεχῶν τὸν μὲν ἡμιτριταῖον, τὸν δὲ καυσώδη, τὸν δὲ κρυμνώδη, τὸν δὲ τυφώδη, τὸν δὲ λοιμώδη, τὸν δὲ ἑλώδη, τὸν δὲ ἠπίαλον. ὁ δὲ Πραξαγόρας καὶ φρενιτικοὺς καὶ λη|