Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.890
Not analysed yet
θαργικοὺς καὶ πρός γε τούτοις ἰκτερικούς τινας ὀνομάζει πυρετοὺς ἐν ταῖς διαφοραῖς τῶν ὀξέων. οἱ δὲ νεώτεροι καὶ συνοχόν τινα καλοῦσι πυρετόν, οὐ μόνον συνεχῆ, καὶ διαφοράς γε αὐτοῦ τίθενται τόν τε ὁμότονον ἢ ἀκμαστικὸν ὀνομαζόμενον καὶ τὸν ἐπακμαστικὸν καὶ τὸν παρακμαστικόν. καθ' ἑτέραν δ' αὖ τομὴν κοινὴν καὶ πρὸς τὰς ἄλλας νόσους ἐνίους μὲν ὀξεῖς πυρετοὺς ὀνομάζομεν, ἐνίους δὲ χρονίους καὶ κατ' ἄλλην εὐήθεις τε καὶ κακοήθεις. καὶ μέντοι καί τινας μὲν τεταγμένους ἢ ἀτάκτους, ἄλλους δ' αὖ πάλιν περιοδίζοντας καὶ πεπλανημένους. ἔνιοι δὲ τῶν παλαιῶν καὶ τοὺς ἀπὸ διαφερόντων μορίων ἀναπτομένους ἀπ' ἐκείνων ὠνόμαζον, πλευριτικόν τινα πυρετὸν λέγοντες, ἡπατικόν τε καὶ σπληνικόν, ἑτέρους δ' ἀπὸ συμπτώματος κωματώδη, καταφορικόν, ληθαργικόν, φρενιτικόν, ἰκτερικόν. ὑπὲρ ὧν ἁπάντων ἐν ταῖς περὶ αὐτῶν πραγματείαις ἔμαθες. ἐν δὲ τῷ νῦν ἐνεστῶτι λόγῳ τὰ τῆς ἐξηγήσεως αὐτάκρως πεπέρανται. πρὸς γὰρ τῷ τὴν ἐμὴν γνώμην ἀποφήνασθαι καὶ |