Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.904
Not analysed yet
ἰατροῖς. τὸ δὲ ναρκῶσαι κατὰ μόνας |τὰς σφοδρὰς ὀδύνας γίνεταί ποτε χρήσιμον, ἡνίκα τὰ δι' ὀπίου καὶ μανδραγόρου καὶ ὑοσκυάμου φάρμακα προσφέρομεν. αὐτὸς γὰρ εἶπε· "νάρκη δὲ μετρίη ὀδύνης λυτική." ἐὰν γοῦν τις σφοδροτέροις ἢ πλείοσι χρήσηται τοῖς ναρκωτικοῖς φαρμάκοις, καταψύχεταί τε καὶ νεκροῦται τὰ σώματα. Καὶ τὰ ἄλλα ὁκόσα τοιαῦτα. Τὰ κατὰ τὴν ὁμοίαν τοῖς προειρημένοις γινόμενα ἐναντίωσιν λέγει, θερμαινόντων ἢ ψυχόντων ἢ ὑγραινόντων ἢ ξηραινόντων ἢ ἐμβαλλόντων τὸ ἐκπεπτωκὸς ἢ ἐκτεμνόντων τὸ παρὰ φύσιν ὅλῳ τῷ γένει τοῦ σώματος ἢ ἀποτεμνόντων <τὸ> τῷ μεγέθει παρὰ φύσιν ἢ τὸ διεστραμμένον ἐξιθυνόντων ἢ ἐκφραττόντων τὸ ἐμπεφραγμένον ἢ τἄλλα ὅσα κατὰ τὴν Θεραπευτικὴν εἴρηται πραγματείαν, ἅπαντα κοινὸν ἔχοντα σκοπὸν τὴν τῶν ἐναντίων τοῖς πάθεσι προσαγωγήν. |