Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.905
Not analysed yet
Παροχετεύειν. Τρόπους θεραπειῶν ἐπὶ χυμοῖς ἐνταῦθα διδάσκειν ἄρχεται, γεγραμμένους τελειότερον ἐν τῷ Περὶ τῶν χυμῶν, εἰρήσονται δὲ καὶ νῦν ἀναμνήσεως ἕνεκα. παροχέτευσιν μὲν ὀνομάζειν εἴωθεν ὁ Ἱπποκράτης, ὅταν χυμός τις δεόμενος κενώσεως μὴ καθ' ὃ δεῖ χωρίον ὁρμήσῃ φέρεσθαι καὶ μέντοι μηδὲ πόρρω πάνυ τοῦ προσήκοντος μηδ' εἰς τὸν ἐναντιώτατον τόπον, ἀλλ' οἷον εἰ δι' οὔρων ὁρμήσει<εν> ἐκκενοῦσθαι, κεκακωμένης κύστεως ἢ νεφρῶν. παροχετεύειν γὰρ ἄμεινον ἐνταῦθα διὰ τῆς γαστρός, ὥσπερ εἰ καὶ διὰ γαστρὸς τὴν ὁρμὴν σχοίη φέρεσθαι, κεκακωμένων ἐντέρων, ἔμπαλιν [γὰρ] ἐπὶ τούτων εἰς οὖρα προτρέψομεν ἔρχεσθαι τὸν χρῄζοντα κενώσεως χυμόν. ἐπὶ δὲ γυναικῶν ἐνίοτε διὰ μήτρας ἢ κατὰ τοὐναντίον ἔστιν ὅτε τὸν διὰ μήτρας ῥοῦν γινόμενον ἐπ' οὖρα καὶ γαστέρα παροχετεύσομεν. εἰ