Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.906
Not analysed yet
δὲ ἐπί τινος τῶν τοιούτων κενώσεων ἐμέτους κινήσαιμεν, ἀν|τίσπασιν ὀνομάζει τοῦτο, καθάπερ εἰ καὶ τοὺς ἐμέτους ἀντισπάσαιμεν, ἐρεθίζοντες ἐπὶ μήτραν ἢ κύστιν ἢ ἕδραν. Παροχετεύειν, ὑπείξαντα ἀντισπᾶν αὐτίκα, †ἀντιπίπτοντα ὑπεῖξαι. Τῷ παροχετεύειν ἀκόλουθον ἦν ἐπενηνέχθαι τὸ ἀντισπᾶν, ἔπειθ' οὕτω διδάσκειν, ὅπως ἄν τις ἄριστα ποιήσαιτο τὴν ἀντίσπασιν. ὁ δ' Ἱπποκράτης ὑπερβὰς τὸ ἀντισπᾶν εἰπεῖν εὐθέως ἧκεν ἐπὶ τὸ χρησιμώτατον ἐγνῶσθαι τοῖς μέλλουσι καλῶς ἀντισπᾶν τοὺς κακῶς ἐπί τι μόριον ὁρμήσαντας χυμούς. οὐ γὰρ ἐπιμένειν χρή γε τοῖς ἀντισπῶσι βοηθήμασι διὰ παντός, ἀλλὰ παρεντιθέναι τινὰ καιρὸν ἀργὸν τῶν ἀντισπώντων, ἵνα τὸν φθάσαντα χυμὸν ἐστηρίχθαι κατὰ τὸ πάσχον μόριον ἐάσωμεν ἐκκριθῆναι. διαμείνας γὰρ ἐν αὐτῷ διττῶς ἀνιάσει, τὸ μέν τι τῷ πλήθει διατείνων, τὸ δέ τι τῇ ποιότητι λυπῶν.