Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.907
Not analysed yet
ἐὰν δὲ ἐάσῃς |ἐκκριθῆναι τοὺς φθάσαντας ἐπὶ τὸ μόριον ἐνηνέχθαι χυμούς, ἐλευθερώσεις αὐτὸ τοῦ πόνου ῥᾷόν τ' ἀνύσεις τι τοῖς ἀντισπαστικοῖς βοηθήμασιν, οὐκέτ' ἐφ' ἑαυτὸ διὰ τὸν πόνον ἐρεθίζοντος τοὺς χυμοὺς τοῦ μορίου πρὸς τὴν ῥοπήν, ἣν ἐξ ἀρχῆς οὐκ ὀρθῶς ἐπεποίηντο. Ἄλλον χυμὸν μὴ τὸν ἰόντα ἄγειν, τὸν δὲ ἰόντα συνεκχυμοῦν, ὀργάσασθαι τὸ ὅμοιον, οἷον ὀδύνη ὀδύνην παύει. τὰ ἀνόμοια εἰ ῥέπει ἄνω ἀρθέντα, κάτωθεν λύειν καὶ τὰ ἐναντία ταῦτα, οἷον κεφαλῆς κάθαρσις, φλεβοτομίη, ὅτε οὐκ εἰκῇ ἀφαιρέεται. Τὸ μὲν ἄλλον χυμὸν μὴ τὸν ἰόντα ἄγειν εὔδηλόν ἐστιν ἐξ ὧν ἐμάθομεν ἐν Ἀφορισμοῖς τε καὶ ἐν τῷ Περὶ χυμῶν. ἐὰν μὲν γὰρ ὁ λυπῶν ἐκκρίνηται συμμέτρου τῆς κενώσεως οὔσης, δέχεσθαι χρὴ μηδὲν αὐτὸν περιεργαζόμενον, ὥσπερ εἰ καὶ |