Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.908
Not analysed yet
μὴ συμμέτρως γένοιτο πράττειν αὐτόν τι, ποτὲ μὲν ἐπέχοντα τὸ πλῆθος, ποτὲ <δὲ> παροξύνοντα τὸ τῆς κενώσεως ἐλλιπές, ὅπερ ὠνόμασεν αὐτὸς τὸν ἰόντα συνεκχυμοῦν. ἐκχυμώσεις γὰρ εἴωθε τὰς ἐκ τῶν ἀγγείων ἐκχύσεις καὶ κενώσεις ὀνομάζειν. τὸ δὲ ὀργάσασθαι μεμάθηκας ἐπὶ τοῦ μεταλλάττειν ἢ μειγνύναι λεγόμενον. ἄδηλον οὖν εἴτε τῷ προειρημένῳ συντακτέον εἴτε τῷ ἑξῆς εἰρημένῳ [αὐτὸ] προσακτέον, ἑκατέρως γὰρ οὐκ οἰκείως φαίνεται λέγεσθαι. διὸ καὶ τινὲς μὲν ὡς ἑπόμενον αὐτὸ τοῖς προειρημένοις ἐκείνοις συνῆψαν, εἶτ' ἀφ' ἑτέρας ἀρχῆς τὸ ὅμοιον οἷον ὀδύνην ἡ ὀδύνη παύει. τινὲς δὲ ἀρχὴν ἐποιήσαντο τῶν ἐφεξῆς τὸ ὀργάσασθαι τὸ ὅμοιον. ἐπεὶ δέ, ὡς ἔφην, ἑκατέρως λεγόμενον οὐδετέρως ἐστὶ πιθανόν, ἐπὶ τὸ μεταγράφειν αὐτὸ παρεγένοντο πολλοί, καθάπερ καὶ τὰ ἄλλα ὅσα καθ' ἓν ὄνομα τὴν ἀσάφειαν ἔχει. καὶ τινὲς μὲν τὴν δευτέραν συλλαβὴν διὰ τοῦ γ καὶ ι γράφουσιν, "ὀργίσασθαι", τινὲς δὲ τὴν πρώτην διὰ τοῦ ε καὶ ρ, τὴν δὲ δευτέραν διὰ τοῦ γ |