Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.909
Not analysed yet
καὶ α, ἐργάσασθαι τὸ ὅμοιον. εἶτ' ἐφεξῆς φασιν ἐν παραδείγματος μοίρᾳ λελέχθαι τὸ οἷον ὀδύνη ὀδύνην παύει. γέγραπται μὲν οὖν τοῦτο κατὰ πολλὰ τῶν ἀντιγράφων, ὀρθῶς δὲ ἐν τοῖς κατὰ Διοσκουρίδην οὐ γέγραπται. φαίνεται μὲν γὰρ εἰς ἐξήγησιν προσγραφὲν ὑπό τινος αὖθις [δὲ] εἰς τοὔδαφος ὑπὸ τοῦ βιβλιογράφου μετατεθεῖσθαι. τό γε μὴν διὰ τοῦ γ καὶ ι γραφόμενον "ὀργίσασθαι" πάνυ κακόζηλόν ἐστι καὶ πόρρω τῆς Ἱπποκράτους ἑρμηνείας, ἐάν τε ἐφ' ἡμῶν αὐτῶν ἐάν τε ἐπὶ τῶν θεραπευομένων λέγηται μορίων ἐάν τε ἐπὶ τῶν χυμῶν. τὸ γὰρ οἷον εἰς ὀργὴν αὐτὰ προτρέψαι καὶ ἐπεγεῖραι πρὸς τὴν ἔκκρισιν ἡγοῦνται δηλοῦσθαι διὰ τοῦ "ὀργίσασθαι" ῥήματος. ἀλλὰ ταῦτα μὲν εὐκαταφρόνητα καὶ σμικρά, καθάπερ καὶ πάνθ' ὅσα περὶ τῆς λέξεως ἐξήγηνται, τῆς τῶν πραγμάτων ἀληθείας φυλαττομένης. ἐὰν δὲ κἀκεῖνα κινῆται, φευκτέον ἡμῖν ἐστι τὰς τοιαύτας γραφάς, ὥσπερ κἀνταῦθα σχεδὸν ἁπάντων τῶν ἐξηγητῶν προσιεμένων θεραπείας τινὰς ἐνίοτε διὰ τῶν ὁμοίων γίνεσθαι, καὶ μὴ διὰ παντὸς