Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.922
Not analysed yet
τῶν Ἐπιδημιῶν ἢ ταῦτα. οὐ γὰρ δήπου ἐκ τοῦ δεύτερον μὲν ἐκεῖνο, τοῦτο δ' ἕκτον ἐπιγεγράφθαι πρότερον τὰ κατ' ἐκεῖνο γεγράφθαι νομιστέον, ἐν μὲν τοῖς πρὸς ἔκδοσιν ὑπ' αὐτοῦ γεγονόσιν εὐλόγως τῆς τοιαύτης λέξεως ἐμφαινομένης, ἐν δὲ τοῖς ὑπομνήμασιν οὐκέτι. τὰ γὰρ ἐν διφθέραις ἢ χάρταις ἢ δέλτοις ὑφ' Ἱπποκράτους γεγραμμένα τὸν υἱὸν αὐτοῦ Θεσσαλὸν ἀθροίσαντά φασι ταυτὶ τὰ δύο βιβλία συνθεῖναι, τό τε δεύτερον καὶ τὸ ἕκτον, ἔνιοι δὲ καὶ τὸ τέταρτόν φασι. πρὸς ἔκδοσιν δ' ὁμολογεῖται γεγονέναι τὸ πρῶτόν τε καὶ τὸ τρίτον. διὸ καί τινες ***ἐπὶ προτέροις τοῖς κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν ὕστερα γέγραπται τὰ κατὰ τοῦτο τὸ ἕκτον, εἰκός ἐστι θεασάμενον ὕστερον αὐτὸν ἀπόστασιν εἰς τὰ κάτω γενομένην ἐπ' ἀγαθῷ μὴ κατ' ἴξιν, οὕτως γράψαι τὰ κατὰ τήνδε τὴν ῥῆσιν. εἰ δ' ἀπορῶν μὲν ἐνταῦθα, κρίνας δὲ ὕστερον ὑπὲρ ὧν ἀπορεῖ βεβαίως ἀπεφήνατο κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν, ἐκείνοις μᾶλλόν ἐστι πιστευτέον. ἐν δ' οὖν τούτοις οἷς νῦν γράφει καίτοι τὰ κυναγχικὰ ἐρυθήματα καὶ πλευρέων |