Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.923
Not analysed yet
ὀδυνήματα κατ' ἴξιν ἀκοῦσαι χρὴ περὶ μεταστάσεως οὐ τῆς ἐκ τῆς πλευρᾶς εἰς τὸν φάρυγγα, ἀλλὰ τῆς ἐκ τοῦ φάρυγγος εἰς τὰς πλευρὰς εἶναι τὸν λόγον. αὕτη γὰρ ἄνωθεν κάτω γίνεται, περὶ ἧς ἀπορῶν προειρήκει· τὰ δὲ ἄνωθεν κάτω οὐ κατ' ἴξιν. ταῦτ' οὖν ἀνθυπενέγκας ἑαυτῷ, μετὰ ταῦτα ἐπιφέρει τὰ κατὰ τὴν ἑξῆς ῥῆσιν οὕτως ἔχοντα· Ἢ καὶ τὰ κάτω τοῦ ἥπατος, ἄνωθεν διαδιδόντα, οἷον τὰ εἰς ὄρχιας καὶ κιρσούς. Τοῖς κυναγχικοῖς τὰς τῶν πλευρῶν ὀδύνας κατ' ἴξιν γίνεσθαι προειπών, ἑξῆς ζητεῖ πότερον καὶ περὶ τῶν εἰς τὰ κάτω τοῦ σώματος ἀποστάσεων ἀεὶ φυλάττεται τὸ κατ' ἴξιν ἢ οὔ, καθάπερ ἐν τῇ πρὸ ταύτης ῥήσει διηπόρησεν. ἀλλ' ἐκεῖ μὲν ἔφη τὰς εἰς τὰ κάτω, νυνὶ δὲ τὰς κάτω τοῦ ἥπατος, ὅρον ὡς ἔοικε τιθέμενος τὸ ἧπαρ