Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.924
Not analysed yet
τῶν ἄνω τε καὶ κάτω τοῦ σώματος |ἁπάντων μορίων. ἔζευκται γὰρ αὐτοῦ τὰ κυρτὰ τῷ διαφράγματι, καὶ διὰ τοῦθ' ὅσα τοῦ ἥπατός ἐστιν ἄνω, ταῦτα καὶ τοῦ διαφράγματος ἄνω τετύχηκεν ὄντα, τὰ κατὰ τὴν καρδίαν δηλονότι καὶ πνεύμονα καὶ τὸν ταῦτα περιέχοντα θώρακα καὶ πολὺ μᾶλλον ἔτι τὰ κατὰ τὸν τράχηλόν τε καὶ κεφαλήν. τὰ δ' ἄλλα πάντα κάτω τοῦ σώματός ἐστι, πρὸς ἄλληλα μέντοι παραβαλλόμενα καὶ αὐτῶν τῶν ἄνω τὰ μὲν μᾶλλόν ἐστιν ἄνω, τὰ δ' ἧττον, <ὡσαύτως δὲ καὶ τῶν κάτω τὰ μὲν μᾶλλον κάτω, τὰ δὲ ἧττον>. ἔθος δ' ἐστὶν ἡμῖν ἐν τοῖς οὕτω λεγομένοις πᾶσιν ἐνίοτε τὸ μὲν ἧττον ἄνω κάτω λέγειν, ὡς πρὸς τὸ ὑπερκείμενον αὐτοῦ παραβάλλουσι, τὸ δ' ἧττον κάτω καὶ τοῦτ' ἄνω πρὸς τὰ κάτωθεν αὐτοῦ. καὶ διὰ τὴν ἀμέλειαν τῆς τοιαύτης ἑρμηνείας εἰς ἔθος οὐκ ὀλίγον ἐκτεταμένης ὁμωνυμία τέ τις γίνεται καὶ ταραχὴ κατὰ τοὺς λόγους, ἧς δὴ μεμνημένους, ὅταν ἀκούσωμεν λέγοντος αὐτοῦ τὰς εἰς τὰ κάτω τῶν ἀποστάσεων ἀμείνους εἶναι, σκοπεῖσθαι χρή, κατὰ τίνα τρόπον χρήσεως