Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.925
Not analysed yet
εἴρηκε "κάτω", μετὰ τοῦ καὶ προσδιορίζεσθαι τὰ τῶν μορίων ἀξιώ|ματα. διὰ τοῦτο γὰρ ὡς ἐπὶ τὸ πλεῖστον αἱ ἄνω τῶν ἀποστάσεών εἰσι χαλεπώτεραι, διότι κινδυνωδέστερα ταῦτά ἐστι τὰ πάσχοντα τὸ αὐτὸ πάθος τοῖς κάτωθεν. ἐάν τε γὰρ ἐγκέφαλος, ἐάν τε λάρυγξ ἢ στόμαχος ἢ πνεύμων ἢ θώραξ ἢ καρδία φλεγμήνῃ, θανατῶδες γίνεται τὸ νόσημα. τῶν δὲ κάτω τοῦ ἥπατος φλεγμηνάντων, ὀλίγοι πάνυ διαφθείρονται, καὶ μάλιστα ἐὰν ὀρθῶς θεραπεύωνται· καὶ αὐτοῦ δὲ τοῦ ἥπατος τὰ κυρτὰ τῶν σιμῶν πολὺ κινδυνωδέστερα· καί τινες αὐτὰ τῶν ἄνω μερῶν τοῦ σώματος ὅλου τίθενται, καθάπερ καὶ τῆς γαστρὸς τὸ στόμα. ταῦτα μὲν οὖν ἡμῖν κατὰ τὸ πάρεργον εἰρήσθω, καίτοι γ' οὐκ ὄντα πάρεργα, τὸ δ' ὑπόλοιπον τῆς εἰς τὴν προκειμένην ῥῆσιν ἐξηγήσεως ἐφεξῆς ποιησόμεθα. ζητεῖν γὰρ ἔοικεν ὁ Ἱπποκράτης ἢ καὶ τὰ κάτω τοῦ ἥπατος ἐκ τῶν ἄνω διαδιδόντα, οἷον τὰ εἰς ὄρχεις καὶ κιρσοὺς ἄμεινόν ἐστι γενέσθαι κατ' ἴξιν ἢ, κἂν μὴ κατ' ἴξιν γένηται, δύναται βοηθεῖν αὐτοῖς ὁμοίως. <ἀλλ'> ἐπὶ τινῶν μὲν οὐδὲ δυνατὸν γνῶναι τὸ κατ' ἴξιν, |