Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.926
Not analysed yet
οἷον ὅτε κιρσοὶ μανίαν ἰάσαντο, κατ' ἴξιν γενομένης τῆς ἀποστάσεως. οὐ γὰρ ἔστι διακρῖναι, πότερον ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ ἐγκεφάλου τῆς διαθέσεως γενομένης ἐμάνησαν ἢ ἐν τοῖς ἀριστεροῖς, ὥσπερ οὐδ' ἂν βηττόντων χρονίως ἄνευ πλευρᾶς ἀλγήματος ἀπόστασις εἰς ὄρχιν γένηται. καίτοι τάχα κἀπὶ τούτων διαφυλάττεται τὸ κατ' ἴξιν, εἰ καὶ μὴ γινώσκομεν ἡμεῖς βεβαίως, ὁπότερον μέρος τοῦ πνεύμονος ἢ τοῦ ἐγκεφάλου πέπονθεν. ἀλλὰ καὶ μελαγχολίαν αἱμορροῒς ἰάσατο πολλάκις οὐδ' ἐνταῦθα γινωσκόντων ἡμῶν τὸ κατ' ἴξιν. ὅτι δὲ καὶ διὰ μήτρας αἵματος κένωσις δαψιλὴς πολλὰ τῶν νοσημάτων ἰᾶται πρόδηλον. ἀλλ' οὐδ' ἐνταῦθα δυνατὸν γνῶναι, πότερον διὰ τῶν τῆς δεξιᾶς μήτρας φλεβῶν ἡ ἔκκρισις ἢ διὰ τῶν τῆς ἀριστερᾶς ἢ δι' ἀμφοτέρων ἐγένετο. ταύτῃ μὲν οὖν δυσδιάγνωστον ἢ ἄγνωστον ἔχει τὸ κατ' ἴξιν. ἐφ' ὧν δ' ἔστι διαγνῶναι τὸ κατ' ἴξιν, ἐπὶ τούτων, ὡς ἔοικεν, ὁ Ἱπποκράτης