Ancient Greek · ~3 min
Volume 17a
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17a.927
Not analysed yet
σκεπτέον εἶναί |φησιν, εἰ διὰ παντὸς ἐκ τῶν εἰς τὰ κάτω μόρια γινομένων ἀποστάσεων ἀμείνους εἰσὶν αἱ κατ' ἴξιν. Σκεπτέα ταῦτα, ὅπῃ καὶ ὅθεν καὶ διὰ τί. Ἄδηλον εἴτε μόνοις τοῖς ὑστάτοις εἴτε πᾶσι τοῖς προειρημένοις ὑπὲρ τῶν κατ' ἴξιν τε καὶ οὐ κατ' ἴξιν ἀποστάσεων ἐπενήνεκται τοῦτο. τὸ δ' οὖν λεγόμενον αὐτὸ τοιόνδε ἐστίν· ἐπισκέπτεσθαί φησι χρῆναι τό τε χωρίον εἰς ὃ ἡ ἀπόστασις γίνεται (τοῦτο γὰρ ἐκ τοῦ ὅπῃ σημαίνεται) <καὶ> τὸ μόριον, ἐξ οὗ (καὶ τοῦτο γὰρ ἐκ τοῦ ὅθεν δηλοῦται) καὶ πρὸς τούτοις ἔτι τὴν αἰτίαν δι' ἣν <ἡ> ἀπόστασις γίνεται (τοῦτο γὰρ αὖ πάλιν ἐκ τοῦ διὰ τί σημαίνεται). χρὴ γὰρ εἰδέναι, πότερον ὑπὸ τῆς φύσεως ἐπὶ πέψει τοῦ νοσήματος ἢ μεταρρυέντος ἀπέπτως τοῦ λυποῦντος ἐξ ἑτέρου μέρους εἰς ἕτερον ἡ ἀπόστασις ἐγένετο. δύναται δέ τις καὶ χωρίζων ἀπὸ τῶν προειρημένων τὴν |